Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.232 Joseph. AJ 13.237 (English) >>Joseph. AJ 13.243

13.235καὶ Πτολεμαῖος, ὑπὸ ταύτης ἀνεθεὶς τοῦ πολέμου τῆς αἰτίας ἀποκτείνει τοὺς ἀδελφοὺς τοῦ Ὑρκανοῦ καὶ τὴν μητέρα καὶ τοῦτο δράσας πρὸς Ζήνωνα φεύγει τὸν ἐπικληθέντα Κοτυλᾶν, τυραννεύοντα τῆς Φιλαδελφέων πόλεως. 13.236

Ἀντίοχος δὲ χαλεπῶς ἔχων ἐφʼ οἷς ὑπὸ Σίμωνος ἔπαθεν εἰς τὴν Ἰουδαίαν ἐνέβαλεν τετάρτῳ μὲν ἔτει τῆς βασιλείας αὐτοῦ, πρώτῳ δὲ τῆς Ὑρκανοῦ ἀρχῆς, ὀλυμπιάδι ἑκατοστῇ καὶ ἑξηκοστῇ καὶ δευτέρᾳ. 13.237δῃώσας δὲ τὴν χώραν τὸν Ὑρκανὸν εἰς αὐτὴν ἐνέκλεισε τὴν πόλιν, ἣν ἑπτὰ στρατοπέδοις περιλαβὼν ἤνυσε μὲν οὐδὲν ὅλως τὸ πρῶτον διά τε τὴν τῶν τειχῶν ὀχυρότητα καὶ διʼ ἀρετὴν τῶν ἐμπολιορκουμένων ἔτι γε μὴν ὕδατος ἀπορίαν, ἧς αὐτοὺς ἀπέλυσεν ὄμβρος κατενεχθεὶς πολὺς δυομένης πλειάδος. 13.238κατὰ δὲ τὸ βόρειον μέρος τοῦ τείχους, καθʼ συνέβαινεν αὐτὸ καὶ ἐπίπεδον εἶναι, πύργους ἀναστήσας ἑκατὸν τριωρόφους ἀνεβίβασεν ἐπʼ αὐτοὺς στρατιωτικὰ τάγματα. 13.239καὶ προσβολὰς ὁσημέραι ποιησάμενος τάφρον τε βαθεῖαν καὶ πολλὴν τὸ εὖρος καὶ διπλῆν τεμόμενος, ἀπετείχισεν τοὺς ἐνοικοῦντας. οἱ δὲ πολλὰς ἐκδρομὰς ἀντεπινοοῦντες, εἰ μὲν ἀφυλάκτοις που προσπέσοιεν τοῖς πολεμίοις, πολλὰ ἔδρων αὐτούς, αἰσθομένων δὲ ἀνεχώρουν εὐχερῶς. 13.240ἐπεὶ δὲ βλαβερὰν κατενόησεν Ὑρκανὸς τὴν πολυανθρωπίαν, ἀναλισκομένων τε τῶν ἐπιτηδείων τάχιον ὑπʼ αὐτῆς καὶ μηδενὸς οἷον εἰκὸς ἐκ πολυχειρίας ἔργου γιγνομένου, τὸ μὲν ἀχρεῖον αὐτῆς ἀποκρίνας ἐξέβαλεν, ὅσον δʼ ἦν ἀκμαῖον καὶ μάχιμον τοῦτο μόνον κατέσχεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.232 Joseph. AJ 13.237 (English) >>Joseph. AJ 13.243

Powered by PhiloLogic